Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.193 Joseph. AJ 8.198 (English) >>Joseph. AJ 8.202

8.196κάλλιστον δʼ ἔχων καὶ οἰκεῖον παράδειγμα τῆς ἀρετῆς τὸν πατέρα καὶ τὴν ἐκείνου δόξαν, ἣν αὐτῷ συνέβη καταλιπεῖν διὰ τὴν πρὸς τὸν θεὸν εὐσέβειαν, οὐ μιμησάμενος αὐτὸν καὶ ταῦτα δὶς αὐτῷ τοῦ θεοῦ κατὰ τοὺς ὕπνους φανέντος καὶ τὸν πατέρα μιμεῖσθαι παραινέσαντος ἀκλεῶς ἀπέθανεν. 8.197ἧκεν οὖν εὐθὺς προφήτης ὑπὸ θεοῦ πεμφθεὶς οὔτε λανθάνειν αὐτὸν ἐπὶ τοῖς παρανομήμασι λέγων οὔτʼ ἐπὶ πολὺ χαιρήσειν τοῖς πραττομένοις ἀπειλῶν, ἀλλὰ ζῶντος μὲν οὐκ ἀφαιρεθήσεσθαι τὴν βασιλείαν ἐπεὶ τῷ πατρὶ Δαυίδῃ τὸ θεῖον ὑπέσχετο διάδοχον αὐτὸν ποιήσειν ἐκείνου, 8.198τελευτήσαντος δὲ τὸν υἱὸν αὐτοῦ ταῦτα διαθήσειν οὐχ ἅπαντα μὲν τὸν λαὸν ἀποστήσας αὐτοῦ, δέκα δὲ φυλὰς παραδοὺς αὐτοῦ τῷ δούλῳ, δύο δὲ μόνας καταλιπὼν τῷ υἱωνῷ τῷ Δαυίδου διʼ αὐτὸν ἐκεῖνον, ὅτι τὸν θεὸν ἠγάπησε, καὶ διὰ τὴν πόλιν Ἱεροσόλυμα, ἐν ναὸν ἔχειν ἠβουλήθη. 8.199

Ταῦτʼ ἀκούσας Σολόμων ἤλγησε καὶ σφοδρῶς συνεχύθη πάντων αὐτῷ σχεδὸν τῶν ἀγαθῶν ἐφʼ οἷς ζηλωτὸς ἦν εἰς μεταβολὴν ἐρχομένων πονηράν. οὐ πολὺς δὲ διῆλθε χρόνος ἀφʼ οὗ κατήγγειλεν προφήτης αὐτῷ τὰ συμβησόμενα καὶ πολέμιον εὐθὺς ἐπʼ αὐτὸν ἤγειρεν θεὸς Ἄδερον μὲν ὄνομα τὴν δʼ αἰτίαν τῆς ἔχθρας λαβόντα τοιαύτην·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.193 Joseph. AJ 8.198 (English) >>Joseph. AJ 8.202

Powered by PhiloLogic